Philippic 4
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἀμφότερʼ οὖν οἶδε, καὶ αὑτὸν ὑμῖν ἐπιβουλεύοντα καὶ ὑμᾶς αἰσθανομένους· εὖ φρονεῖν δʼ ὑμᾶς ὑπολαμβάνων μισεῖν αὑτὸν ἡγεῖται. πρὸς δὲ τούτοις τοσούτοις οὖσιν οἶδεν ἀκριβῶς ὅτι, οὐδʼ ἂν ἁπάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἄν ποτε συμβῇ τι πταῖσμα (πολλὰ δʼ ἂν γένοιτʼ ἀνθρώπῳ), ἥξει πάντα τὰ νῦν βεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς.
ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλʼ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντʼ ἀφελέσθαι καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι δεινοί. οὔκουν βούλεται τοῖς αὑτοῦ καιροῖς τὴν παρʼ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος.
πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον, δεύτερον δʼ εἰδέναι σαφῶς ὅτι πάνθʼ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται. οὐ γὰρ οὕτως εὐήθης ὑμῶν ἐστὶν οὐδεὶς ὥσθʼ ὑπολαμβάνειν τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν φασιν αὐτὸν ἔχειν;) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν,
τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τόπου καὶ δόξης, ὧν μήτʼ ἐκείνῳ μήτʼ ἄλλῳ γένοιτο μηδενὶ χειρωσαμένῳ τὴν πόλιν τὴν ἡμετέραν κυριεῦσαι, οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν.
οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γίγνεσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται. ταῦτα τοίνυν ἕκαστον εἰδότα καὶ γιγνώσκοντα παρʼ αὑτῷ δεῖ μὰ Δίʼ οὐ γράψαι κελεύειν πόλεμον τὸν τὰ βέλτιστʼ ἐπὶ πᾶσι δικαίοις συμβουλεύοντα· τοῦτο μὲν γάρ ἐστι λαβεῖν ὅτῳ πολεμήσετε βουλομένων, οὐχ ἃ τῇ πόλει συμφέρει πράττειν.
ὁρᾶτε γάρ. εἰ διʼ ἃ πρῶτα παρεσπόνδησε Φίλιππος ἢ δεύτερʼ ἢ τρίτα (πολλὰ γάρ ἐστιν ἐφεξῆς) ἔγραψέ τις αὐτῷ πολεμεῖν, ὁ δʼ ὁμοίως ὥσπερ νῦν, οὐ γράφοντος οὐδενὸς ὑμῶν πόλεμον, Καρδιανοῖς ἐβοήθει, οὐκ ἂν ἀνηρπασμένος ἦν ὁ γράψας, καὶ διὰ τοῦτο πάντες ᾐτιῶντʼ ἂν αὐτὸν Καρδιανοῖς βεβοηθηκέναι;
μὴ τοίνυν ζητεῖθʼ ὅντινʼ ἀνθʼ ὧν Φίλιππος ἐξαμαρτάνει μισήσετε καὶ τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι διασπάσασθαι παραβαλεῖτε· μηδʼ αὐτοὶ χειροτονήσαντες πόλεμον βούλεσθε παρʼ αὐτοῖς ὑμῖν ἐρίζειν, εἰ δέον ἢ μὴ δέον ὑμᾶς τοῦτο πεποιηκέναι· ἀλλʼ ὃν ἐκεῖνος πολεμεῖ τρόπον, τοῦτον μιμεῖσθε, τοῖς μὲν ἀμυνομένοις ἤδη χρήματα καὶ τἄλλʼ ὅσων δέονται διδόντες, αὐτοὶ δʼ εἰσφέροντες, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατασκευαζόμενοι στράτευμα, τριήρεις ταχείας, ἵππους, ἱππαγωγούς, τἄλλʼ ὅσʼ εἰς πόλεμον·
ἐπεὶ νῦν γε γέλως ἔσθʼ ὡς χρώμεθα τοῖς πράγμασι, καὶ Φίλιππον δʼ αὐτὸν οὐδὲν ἂν ἄλλʼ οἶμαι μὰ τοὺς θεοὺς εὔξασθαι ποιεῖν τὴν πόλιν ἢ ταῦθʼ ἃ νῦν ποιεῖτε· ὑστερίζετε, ἀναλίσκετε· ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε· ἀλλήλους αἰτιᾶσθε. ἀφʼ οὗ δὲ ταῦτα γίγνεται ἐγὼ διδάξω, καὶ ὅπως παύσεται λέξω.
οὐδὲν πώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πραγμάτων ἐξ ἀρχῆς ἐνεστήσασθʼ οὐδὲ κατεσκευάσασθʼ ὀρθῶς, ἀλλὰ τὸ συμβαῖνον ἀεὶ διώκετε, εἶτʼ ἐπειδὰν ὑστερίσητε παύεσθε· ἕτερον πάλιν ἂν συμβῇ τι παρασκευάζεσθε καὶ θορυβεῖσθε.
τὸ δʼ οὐχ οὕτως ἔχει· οὐκ ἔνεστι βοηθείαις χρωμένους οὐδὲν τῶν δεόντων ποτὲ πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ, καὶ μηδεμίαν πρόφασιν τοῦ πλεῖν ἄλλοσε ἢ πράττειν ἄλλο τι τῷ στρατηγῷ καταλείπειν.
ἂν οὕτω ποιήσητε καὶ τοῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τοῦ τόπου Φίλιππον ἀναγκάσετε, ἢ πολεμήσετʼ ἐξ ἴσου· καὶ ἴσως ἄν, ἴσως, ὥσπερ νῦν ὑμεῖς πυνθάνεσθε τί ποιεῖ Φίλιππος καὶ ποῖ πορεύεται, οὕτως ἂν ἐκεῖνος φροντίσαι ποῖ ποθʼ ἡ τῆς πόλεως ἀπῆρκεν δύναμις καὶ ποῦ φανήσεται.
εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλʼ ὀρθῶς δοκεῖ· ἀλλʼ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα. εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς ὑμῖν θεῶν (οὐ γὰρ ἀνθρώπων γʼ οὐδεὶς ἂν γένοιτʼ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθʼ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπʼ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει,
αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ῥᾳθυμίας ἕνεκα τοὺς ἄλλους ἅπαντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγε αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτʼ εἰρηκέναι βουλοίμην·
οὐ μὴν ἀλλʼ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε. εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθʼ ἐχθρῷ, ποῖ ἀναδυόμεθα, ἢ τί μέλλομεν; ἢ πότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν νὴ Δίʼ ἀναγκαῖον ᾖ.
ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ. διαφέρει δὲ τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποι τις· δούλῳ δὲ πληγαὶ χὠ τοῦ σώματος αἰκισμός, ὃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.
τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ πολλοῦ δεῖ, οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως· τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτʼ ἐθέλειν ἀκούειν, τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν.