Philippic 3
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ὁρῶν δὲ ταῦθʼ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν. μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι. οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.
τῆς πόλεως δʼ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποκτείναντες, ὁ δʼ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.
τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν; ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.
εἰσφέρειν ἐκέλευον, οἱ δʼ οὐδὲν δεῖν ἔφασαν· πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δʼ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθʼ, ἵνα μὴ καθʼ ἕκαστα λέγω· οἱ μὲν ἐφʼ οἷς χαριοῦνται, ταῦτʼ ἔλεγον, οἱ δʼ ἐξ ὧν ἔμελλον σωθήσεσθαι. πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ διʼ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλʼ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.