On the Chersonese

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὑμεῖς δʼ οὐδὲ ταῦτʼ ἀπελύσασθε, εἰ μηδὲν ἄλλʼ ἐβούλεσθε, ἀλλʼ εἰάκατε; ἀφέστατε δῆλον ὅτι αὐτῷ, καὶ φανερὸν πεποιήκατε ὅτι οὐδʼ ἂν δεκάκις ἀποθάνῃ, οὐδὲν μᾶλλον κινήσεσθε. τί οὖν πρεσβεύετε καὶ κατηγορεῖτε καὶ πράγμαθʼ ἡμῖν παρέχετε; ἂν ταῦτα λέγωσι, τί ἐροῦμεν ἢ τί φήσομεν, Ἀθηναῖοι; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ.

εἰσὶ τοίνυν τινὲς οἳ τότʼ ἐξελέγχειν τὸν παριόντʼ οἴονται, ἐπειδὰν ἐρωτήσωσι τί οὖν χρὴ ποιεῖν; οἷς ἐγὼ μὲν τὸ δικαιότατον καὶ ἀληθέστατον τοῦτʼ ἀποκρινοῦμαι, ταῦτα μὴ ποιεῖν ἃ νυνὶ ποιεῖτε, οὐ μὴν ἀλλὰ καὶ καθʼ ἕκαστον ἀκριβῶς ἐρῶ. καὶ ὅπως, ὥσπερ ἐρωτῶσι προθύμως, οὕτω καὶ ποιεῖν ἐθελήσουσιν.