On the Chersonese

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ἂν δὲ παρελθὼν λέγῃ τις τἀληθῆ, ὅτι ληρεῖτʼ, Ἀθηναῖοι· πάντων τῶν κακῶν καὶ τῶν πραγμάτων τούτων Φίλιππός ἐστʼ αἴτιος· εἰ γὰρ ἐκεῖνος ἦγεν ἡσυχίαν, οὐδὲν ἂν ἦν πρᾶγμα τῇ πόλει, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐστὶν οὐκ ἔχετʼ ἀντιλέγειν, ἄχθεσθαι δέ μοι δοκεῖτε καὶ ὥσπερ ἀπολλύναι τι νομίζειν.

αἴτιον δὲ τούτων (καί μοι πρὸς θεῶν, ὅταν εἵνεκα τοῦ βελτίστου λέγω, ἔστω παρρησία)· παρεσκευάκασιν ὑμᾶς τῶν πολιτευομένων ἔνιοι ἐν μὲν ταῖς ἐκκλησίαις φοβεροὺς καὶ χαλεπούς, ἐν δὲ ταῖς παρασκευαῖς ταῖς τοῦ πολέμου ῥᾳθύμους καὶ εὐκαταφρονήτους. ἂν μὲν οὖν τὸν αἴτιον εἴπῃ τις ὃν ἴσθʼ ὅτι λήψεσθε παρʼ ὑμῖν αὐτοῖς, φατὲ καὶ βούλεσθε· ἂν δὲ τοιοῦτον λέγῃ τις, ὃν κρατήσαντας τοῖς ὅπλοις, ἄλλως δʼ οὐκ ἔστιν κολάσαι, οὐκ ἔχετʼ, οἶμαι, τί ποιήσετε, ἐξελεγχόμενοι δʼ ἄχθεσθε.