On the Chersonese
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
λαμβάνουσι δʼ οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα. καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντʼ οὐδενός (οὐ γὰρ οὕτω μαίνονται), ἀλλʼ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρʼ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα· φασὶ δʼ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομʼ ἔχει τὰ λήμματα ταῦτα.
καὶ δὴ καὶ νῦν τῷ Διοπείθει στράτευμʼ ἔχοντι σαφῶς ἐστι τοῦτο δῆλον ὅτι δώσουσι χρήματα πάντες οὗτοι· πόθεν γὰρ οἴεσθʼ ἄλλοθεν τὸν μήτε λαβόντα παρʼ ὑμῶν μηδὲν μήτʼ αὐτὸν ἔχονθʼ ὁπόθεν μισθοδοτήσει, στρατιώτας τρέφειν; ἐκ τοῦ οὐρανοῦ; οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀφʼ ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει.