On Halonnesus

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

καὶ τοῦτό γʼ ἀληθῆ λέγουσιν· ἔγραψε γάρ, καὶ ἐμοῦ γʼ αὐτὸν γραψαμένου παρανόμων γραφὴν ὑμεῖς ἀπεψηφίσασθε· τοιγάρτοι ἀμφισβητήσιμον ὑμῖν τὴν χώραν κατεσκεύακεν. ὁπότε δὲ περὶ τούτου τολμήσετε πρὸς Καρδιανοὺς διαδικάζεσθαι, εἴθʼ ὑμετέρα ἐστὶν εἴτʼ ἐκείνων ἡ χώρα, διὰ τί οὐ καὶ πρὸς τοὺς ἄλλους Χερρονησίτας τὸ αὐτὸ δίκαιον ἔσται;

καὶ οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φήσιν, ἂν μὴ θέλωσι διαδικάζεσθαι οἱ Καρδιανοί, αὐτὸς ἀναγκάσειν, ὡς ὑμῶν γʼ οὐκ ἂν δυναμένων οὐδὲν ἀναγκάσαι Καρδιανοὺς ὑμῖν ποιῆσαι· ἐπειδὴ δʼ ὑμεῖς οὐ δύνασθε, αὐτός φησι τοῦτʼ ἀναγκάσειν αὐτοὺς ποιῆσαι. ἆρʼ οὐ μεγάλα φαίνεται ὑμᾶς εὐεργετῶν;