Philippic 2

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

περὶ μὲν δὴ τῶν ἡμῖν πρακτέων καθʼ ὑμᾶς αὐτοὺς ὕστερον βουλεύσεσθε, ἂν σωφρονῆτε· ἃ δὲ νῦν ἀποκρινάμενοι τὰ δέοντʼ ἂν εἴητʼ ἐψηφισμένοι, ταῦτʼ ἤδη λέξω.

ΑΠΟΚΡΙΣΙΣ.

ἦν μὲν οὖν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἐνεγκόντας τὰς ὑποσχέσεις, ἐφʼ αἷς ἐπείσθητε ποιήσασθαι τὴν εἰρήνην, καλεῖν·

οὔτε γὰρ αὐτὸς ἄν ποθʼ ὑπέμεινα πρεσβεύειν, οὔτʼ ἂν ὑμεῖς οἶδʼ ὅτι ἐπαύσασθε πολεμοῦντες, εἰ τοιαῦτα πράξειν τυχόντʼ εἰρήνης Φίλιππον ᾤεσθε· ἀλλʼ ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα. καὶ πάλιν γʼ ἑτέρους καλεῖν. τίνας; τοὺς ὅτʼ ἐγὼ γεγονυίας ἤδη τῆς εἰρήνης ἀπὸ τῆς ὑστέρας ἥκων πρεσβείας τῆς ἐπὶ τοὺς ὅρκους, αἰσθόμενος φενακιζομένην τὴν πόλιν, προὔλεγον καὶ διεμαρτυρόμην καὶ οὐκ εἴων προέσθαι Πύλας οὐδὲ Φωκέας,

λέγοντας ὡς ἐγὼ μὲν ὕδωρ πίνων εἰκότως δύστροπος καὶ δύσκολός εἰμί τις ἄνθρωπος, Φίλιππος δʼ, ἅπερ εὔξαισθʼ ἂν ὑμεῖς, ἂν παρέλθῃ, πράξει, καὶ Θεσπιὰς μὲν καὶ Πλαταιὰς τειχιεῖ, Θηβαίους δὲ παύσει τῆς ὕβρεως, Χερρόνησον δὲ τοῖς αὑτοῦ τέλεσιν διορύξει, Εὔβοιαν δὲ καὶ τὸν Ὠρωπὸν ἀντʼ Ἀμφιπόλεως ὑμῖν ἀποδώσει· ταῦτα γὰρ ἅπαντʼ ἐπὶ τοῦ βήματος ἐνταῦθα μνημονεύετʼ οἶδʼ ὅτι ῥηθέντα, καίπερ ὄντες οὐ δεινοὶ τοὺς ἀδικοῦντας μεμνῆσθαι.