Hymn 33 To the Dioscuri
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
- Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
- Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
- τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
- μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι
- σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
- ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
- χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν
- εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
- ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες
- πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
- θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν
- ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,
- αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
- κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
- σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες
- γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
- χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
- αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.