Hymn 32 To Selene
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
- ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
- ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
- κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν
- αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ
- χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,
- εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
- εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
- ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
- ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,
- ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος
- λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν
- οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
- τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
- ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
- ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
- χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
- πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν
- ᾁσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,
- Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.