Hymn 31 to Helios
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
- Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
- γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·
- γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
- αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,
- Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην
- Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν,
- ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
- ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις
- χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ
- αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι
- λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
- τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
- λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.
- ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
- [αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις]
- θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.
- χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.
- ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
- ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.