Hymn 29 to Hestia
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
- ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
- ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
- καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ
- εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε
- Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
- καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
- ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
- ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.
- 5ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
- εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
- εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.
- χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·
- αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.