Hymn 28 to Athena
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν
- γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
- παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
- Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
- σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,
- χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
- ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
- ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,
- σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
- δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
- σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,
- κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη
- ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
- ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
- εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη
- Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
- καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
- αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.