Hymn 27 to Artemis
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
- παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
- αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
- ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
- ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
- πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
- ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη
- δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
- πόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα
- πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
- αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
- εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα
- ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
- Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
- Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
- ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
- ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
- ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι
- ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
- ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.