Hymn 26 To Dionysus
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
- Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
- ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
- δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
- Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι
- ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
- αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
- δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
- κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
- Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.
- καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·
- δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
- ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.