Hymn 25 To the Muses and Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·
- ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
- ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
- ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι
- φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
- χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν·
- αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.