Hymn 22 To Poseidon

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀμφὶ Ποσειδάωνα, μέγαν θεόν, ἄρχομʼ ἀείδειν,
  2. γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
  3. πόντιον, ὅσθʼ Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
  4. διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
  5. ἵππων τε δμητῆρʼ ἔμεναι σωτῆρά τε νηῶν.
  6. χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
  7. καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.