Hymn 21 To Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγʼ ἀείδει,
  2. ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
  3. Πηνειόν· σὲ δʼ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  4. ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
  5. καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σʼ ἀοιδῇ.