Hymn 20 To Hephaestus

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
  2. ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
  3. ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
  4. ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
  5. νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
  6. ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
  7. εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
  8. ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.