Hymn 19 to Pan

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
  2. αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε
  3. καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
  4. φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
  5. ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
  6. ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
  7. ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
  8. πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
  9. πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,