Hymn 18 to Hermes
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
- Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
- ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
- Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
- αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
- ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων
- νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
- εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
- λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους.
- καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ·
- σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
- [χαῖρ᾽. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων.]