Hymn 16 To Asclepius
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν,
- υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
- Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
- χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων.
- καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ.