Hymn 15 To Heracles
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον
- γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
- Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
- ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
- πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος
- πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·
- νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
- ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
- χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.