Hymn 14 to the Mother of the Gods
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων
- ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
- ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶν
- εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων
- οὔρεά τʼ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
- καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ.