Hymn 9 to Artemis
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
- παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
- ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
- ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
- ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων
- ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
- καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ·
- αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν,
- σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.