Hymn 8 to Ares
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,
- ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,
- καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,
- Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,
- ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,
- ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων
- αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι
- ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·
- κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,
- πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα
- ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην
- σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου,
- καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,
- θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι
- φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος
- δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς
- δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.