Hymn 6 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
- ᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
- εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
- ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
- ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι
- δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·
- κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
- καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
- ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
- δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν
- ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
- Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν
- ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
- αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
- ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες
- χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
- εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,
- εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
- χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι
- νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.