Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες
  2. σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους·
  3. αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
  4. τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων
  5. Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
  6. οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
  7. πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων
  8. πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
  9. στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
  10. παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
  11. μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
  12. Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε
  13. εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα.