Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
- σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
- παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
- τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
- Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
- αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
- αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται.