Hymn 5 to Aphrodite
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
- Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
- ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
- αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
- καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
- τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
- αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,