Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.
  2. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
  3. Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
  4. ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
  5. αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,
  6. οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
  7. γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.