Hymn 5 to Aphrodite

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
  3. Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
  4. οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις;
  5. ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ.
  6. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
  7. ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.