Hymn 4 to Hermes

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
  2. σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω·
  3. ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε
  4. κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω
  5. δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
  6. τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν·