Hymn 4 to Hermes

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,
  2. ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·
  3. βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
  4. οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·
  5. οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
  6. ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·