Hymn 4 to Hermes

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
  2. θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
  3. τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·
  4. μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
  5. νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
  6. ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;