Hymn 4 to Hermes

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα
  2. ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
  3. οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
  4. οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς
  5. δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
  6. αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη.