Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
- μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
- ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
- Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
- ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε
- Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.
- αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
- ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
- χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
- νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
- νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,