Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
- ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
- κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
- τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
- πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
- οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
- ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
- ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
- ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
- [[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα[*](Allen.)]]
- πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
- ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·