Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
- φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
- καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
- Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,
- οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
- ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
- ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο
- Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον
- οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
- δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
- τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·