Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
  2. καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·
  3. πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
  4. εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
  5. ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
  6. εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
  7. ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς
  8. αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
  9. δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
  10. καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
  11. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
  12. ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,