Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
- ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν
- ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
- εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
- ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
- οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν
- ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
- βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
- αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
- ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα·
- ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
- νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε,
- ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
- καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης·
- πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
- εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
- ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
- εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
- ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς
- αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.