Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
- ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
- ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
- κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
- πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα,
- τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
- νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον·
- ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
- ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
- ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
- ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
- ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
- χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν
- πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
- ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
- εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς
- λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης,
- υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν·
- ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων
- ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.