Hymn 3 to Delian and Pythian Apollo

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

    1. καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
    2. αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις.
  1. εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
  2. φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
  3. ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ
  4. χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
  5. ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
  6. εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
  7. αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή·
  8. Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  9. ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων
  10. τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι