Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  2. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  3. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  4. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  5. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  6. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  7. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
  8. ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
  9. γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
  10. εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
  11. οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
  12. παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
  13. τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
  14. ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
  15. κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
  16. τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
  17. Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
  18. Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
  19. οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
  20. ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
  21. τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
  22. τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
  23. πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα