Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
  2. ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
  3. αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
  4. αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
  5. βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
  6. ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
  7. σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
  8. προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·