Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀ[ζηχὲς μεν]έαινε κελαινεφέι Κρονίωνι.
  2. α[ἶψα δὲ κα]ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
  3. ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
  4. αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
  5. πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
  6. ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
  7. δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
  8. Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
  9. δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
  10. Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
  11. σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
  12. οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
  13. ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
  14. ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων