Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
  2. ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
  3. ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
  4. πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
  5. ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
  6. γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
  7. τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
  8. πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·