Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
- εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
- πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
- ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
- λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
- αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
- ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
- ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
- ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
- ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
- ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
- ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
- Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
- καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
- Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
- Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
- καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
- καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ