Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  2. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
  3. τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
  4. βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]
  5. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  6. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  7. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
  8. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
  9. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
  10. τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
  11. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]
  12. παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
  13. αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
  14. [εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα]