Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
  2. στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
  3. νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
  4. ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
  5. Περσεφόνη δʼ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ]
  6. μητρὸς ἑῆς κατʼ [ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους]
  7. ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
  8. τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ]
  9. α[ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς]
  10. παυομ[ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·]
  11. τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
  12. βρώμης; ἐξαύδα, μ[ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·]
  13. ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο]
  14. καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
  15. ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
  16. εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ[ὸ κεύθεσι γαίης]
  17. οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
  18. τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν.
  19. ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε[σιν] εἰαρινο[ῖσι]