Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
  2. ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
  3. καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
  4. ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
  5. ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
  6. αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
  7. ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
  8. ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.